Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.183 Joseph. AJ 10.188 (English) >>Joseph. AJ 10.193

10.186

δὲ τῶν Βαβυλωνίων βασιλεὺς Ναβουχοδονόσορος τοὺς εὐγενεστάτους λαβὼν τῶν Ἰουδαίων παῖδας καὶ τοὺς Σαχχίου τοῦ βασιλέως αὐτῶν συγγενεῖς, οἳ καὶ ταῖς ἀκμαῖς τῶν σωμάτων καὶ ταῖς εὐμορφίαις τῶν ὄψεων ἦσαν περίβλεπτοι, παιδαγωγοῖς καὶ τῇ διʼ αὐτῶν θεραπείᾳ παραδίδωσι ποιήσας τινὰς αὐτῶν ἐκτομίας· 10.187τὸ δʼ αὐτὸ καὶ τοὺς ἄλλων ἐθνῶν ὅσα κατεστρέψατο ληφθέντας ἐν ὥρᾳ τῆς ἡλικίας διαθεὶς ἐχορήγει μὲν αὐτοῖς τὰ ἀπὸ τῆς τραπέζης αὐτοῦ εἰς δίαιταν, ἐπαίδευε δὲ καὶ τὰ ἐπιχώρια καὶ τὰ τῶν Χαλδαίων ἐξεδίδασκε γράμματα· ἦσαν δὲ οὗτοι σοφίαν ἱκανοὶ περὶ ἣν ἐκέλευε διατρίβειν. 10.188ἦσαν δʼ ἐν τούτοις τῶν ἐκ τοῦ Σαχχίου γένους τέσσαρες καλοί τε καὶ ἀγαθοὶ τὰς φύσεις, ὧν μὲν Δανίηλος ἐκαλεῖτο, δὲ Ἀνανίας, δὲ Μισάηλος, δὲ τέταρτος Ἀζαρίας. τούτους Βαβυλώνιος μετωνόμασε καὶ χρῆσθαι προσέταξεν ἑτέροις ὀνόμασι. 10.189καὶ τὸν μὲν Δανίηλον ἐκάλουν Βαλτάσαρον, τὸν δʼ Ἀνανίαν Σεδράχην, Μισάηλον δὲ Μισάχην, τὸν δʼ Ἀζαρίαν Ἀβδεναγώ. τούτους βασιλεὺς διʼ ὑπερβολὴν εὐφυΐας καὶ σπουδῆς τῆς περὶ τὴν παίδευσιν καὶ σοφίας ἐν προκοπῇ γενομένους εἶχεν ἐν τιμῇ καὶ στέργων διετέλει. 10.190

Δόξαν δὲ Δανιήλῳ μετὰ τῶν συγγενῶν σκληραγωγεῖν ἑαυτὸν καὶ τῶν ἀπὸ τῆς βασιλικῆς τραπέζης ἐδεσμάτων ἀπέχεσθαι καὶ καθόλου πάντων τῶν ἐμψύχων, προσελθὼν Ἀσχάνῃ τῷ τὴν ἐπιμέλειαν αὐτῶν ἐμπεπιστευμένῳ εὐνούχῳ τὰ μὲν παρὰ τοῦ βασιλέως αὐτοῖς κομιζόμενα παρεκάλεσεν αὐτὸν ἀναλίσκειν λαμβάνοντα, παρέχειν δʼ αὐτοῖς ὄσπρια καὶ φοίνικας εἰς διατροφὴν καὶ εἴ τι τῶν ἀψύχων ἕτερον βούλοιτο· πρὸς γὰρ τὴν τοιαύτην δίαιταν αὐτοὺς κεκινῆσθαι, τῆς δʼ ἑτέρας περιφρονεῖν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.183 Joseph. AJ 10.188 (English) >>Joseph. AJ 10.193

Powered by PhiloLogic